Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 85-2
Not analysed yet
Εἴρηται οὖν διὰ τί ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ οὐκ ἐνεκλίθηϲαν. Ἀλλ᾿ οὐδ᾿ ὅτε ἄρθρα εἰϲ ϲύνταξιν ἀντωνυμίαϲ παραλαμβάνεται, ἔγκλιϲιν ἀναδέχεται, οὐ καθὸ γένουϲ ἐϲτὶ παρεμφατικά, ἀλλὰ καθὸ ἄρθρα ὄντα τῇ φύϲει ἀδυνατεῖ εἰϲ ἔγκλιϲιν παραλαμβάνεϲθαι· τόπον γὰρ ἐπέχει ἐναντίον τῇ ἐγκλίϲει, λέγω τῶν προτακτικῶν, οὐ μαχομένων τῶν ὑποτακτικῶν, ἐπεὶ δόξειεν μὴ ἐμποδίζεϲθαι τὰ τῆϲ ἐγκλίϲεωϲ. ἦν γὰρ καὶ αὐτὰ προτακτικά, τὴν μὲν ἀναφορὰν ἐπιϲτρέφοντα εἰϲ τὰ προκείμενα, ἐν ἀρχῇ δὲ λόγου παραλαμβανόμενα εἰϲ ϲύνταξιν ῥηματικήν, ὃϲ μάλα πολλά πλάγχθη {α 1 seq. },ἣ μυρί᾿ Ἀχαιοῖϲ ἄλγε᾿ ἔθηκε {Α 2} τῆϲ ἐγγινομένηϲ ϲτιγμῆϲ ἐπιμαρτυρούϲηϲ τῇ ἀρκτικῇ ϲυντάξει τῶν ἄρθρων.