Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 86
Not analysed yet
Ὁμοίωϲ δὲ καὶ τὰ πευϲτικὰ ὀνόματα ἀπαράδεκτά ἐϲτι τῆϲ τῶν ἄρθρων παραθέϲεωϲ, ἐπεὶ ἃ μὲν ἐμφανίζει πρόϲωπον προδεδηλωμένον, μένον, ἃ δὲ ἐν ἀγνοίᾳ καθέϲτηκε προϲώπου, καθάπερ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείχθη.