Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 86-2
Not analysed yet
Ὀρθοτονοῦνται καὶ ὅϲαι ϲυντάϲϲονται τῇ αὐτόϲ ἐπιταγματικῇ, ἠέ τι Μυρμιδόνεϲϲι πιφάϲκεαι ἦ ἐμοὶ αὐτῷ {Π 12}, ϲοὶ δ᾿ αὐτῷ μελέτω {Ο 231}, οὐδὲ ϲεῦ αὐτῆϲ {Ξ 327}, οὐδ᾿ ἐμοὶ αὐτῷ θυμὸϲ ἐνὶ ϲτήθεϲϲι ϲιδήρεοϲ {ε 190 seq. }. τά γε μὴν τοῦ τρίτου οὐκ ἐξωμάλιϲται καθότι οὐδ᾿ ἀληθὴϲ λόγοϲ παρεδείχθη τὸ τὰϲ κατὰ τὸ τρίτον πρόϲωπον ὀρθοτονηθείϲαϲ πάντωϲ μεταλαμβάνεϲθαι εἰϲ ϲυνθέτουϲ. ὡϲ γάρ ἐϲτι ψευδὴϲ ὑπόληψιϲ καὶ οὐχ ὡϲ ἐξωμαλίϲθη καὶ ὡϲ οὐ τόνου ἐναλλαγὴ αἰτία γίνεται ϲυνθέτου μεταλήψεωϲ, εἰρήϲεται. κατὰ τὸ ἐξῆϲ. ἐντεῦθεν οὖν ἐνεκλίθη τὸ ἀλλά οἱ αὐτῷ Ζεὺϲ ὀλίϲειε βίην πρὶν ἡμῖν πῆμα γενέϲθαι {δ 667 seq. }καὶ τὸ Εὐρύαλοϲ δέ ἑ αὐτὸν ἀρεϲϲάϲθω ἐπέεϲϲι {θ 396}, ὠρθοτονήθη δὲ τὸ ἀμφὶ ἓ παπτήναϲ {Δ 497}, ἄλογόν τ᾿ ἐδόκει τὸ οἱ τ᾿ αὐτῷ {ε 64}, διήκοντοϲ τοῦ λόγου ἐπὶ ἁπάντων ὁμοίωϲ. —ἔϲται μέντοι ἡ ϲύνταξιϲ εἰϲ ἔμφαϲιν πλείονα διαϲτολῆϲ παραλαμβανομένη, ἐμὲ αὐτὸν ἐτίμηϲεν, ϲὲ αὐτὸν ἐμέμψατο.