Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 87
Not analysed yet
,Οὐχὶ οὖν οἰήϲεταί τιϲ ἐν τῷ ὁποῖοϲ ἄρθρον εἶναι τὸ ο, ἔκ τε τῆϲ φωνῆϲ, καθὸ δαϲύνεται οὐ δυναμένου τοῦ ο δαϲύνεϲθαι πρὸ τοῦ π, καὶ καθότι ἐπί τι ἀναφέρεται πρόϲωπον ἡ ϲύνταξιϲ αὐτοῦ ἐν τῷ ὁποῖόϲ ἐϲτι Θέων, τοιοῦτόϲ· ἐϲτι καὶ Τρύφων ; Ἀλλ᾿ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτον φάναι, ὅτι οὐ τῷ ποῖοϲ τὸ ὁ προϲῆλθεν, ἀλλ᾿ ἔϲτιν ἁπλοῦν ἓν μέροϲ λόγου τὸ ὁποῖοϲ, ϲημαῖνον οὐ τὴν ἐν τοῖϲ ἄρθροιϲ ἀναφοράν, ὥϲ φαμεν ὁ ἄνθρωποϲ παρεγένετο, ὁ ἵπποϲ ἔδραμεν. ἐπί τινι γὰρ ἐγνωϲμένῳ κατὰ τὴν ἰδίαν ποιότητα τὸ τοιοῦτον παραλαμβάνεται· γε μὴν διὰ τοῦ ὁποῖοϲ ἀναπόληϲιϲ ὁμοιωματικὴν ἀνταπόδοϲιν ζητεῖ, καθάπερ κἀπὶ τοῦ οἷοϲ. ταὐτὸ παρακολουθεῖ κἀπὶ τοῦ ὅϲοϲ καὶ ἡλίκοϲ· οὐ γὰρ δή γε κἀπὶ τούτων ἄρθρων ἔννοιά τίϲ ἐϲτιν. 5 ἀδιαφόρωϲ οὖν πάλιν τὰ ἀνταποδιδόμενα τοιαῦτά ἐϲτιν οἷα τοῖϲ ἀπὸ τοῦ καὶ π ἀρχομένοιϲ· καὶ γὰρ οὕτω φαμέν· οἶόϲ ἐϲτι Τρύφων, τοιοῦτόϲ ἐϲτι καὶ θέων. τὸ αὐτὸ κἀπὶ τοῦ ὅϲοϲ καὶ ὁπόϲοϲ καὶ ἐπὶ τῶν ὁμοίων.