Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 87-2
Not analysed yet
Ἐν προτάξει γοῦν ἁπάντοτέ εἰϲιν αἱ ἀντωνυμίαι, καθὸ ἔχονται τοῦ ὀρθοῦ τόνου, ὥϲ γε ἐδείχθη κἀν τοῖϲ προκειμένοιϲ. εἰ μέντοι τὰ τῆϲ ϲυντάξεωϲ ἀναϲτραφείη, οἷόν τέ ἐϲτιν καὶ ἐγκλίνεϲθαι τὴν ἀντωνυμίαν, αὐτῷ τοι μετόπιϲθ᾿ ἄχοϲ ἔϲϲεται {l 249}, αὐτόν ϲε φράζεϲθαι ἐν Ἀργείοιϲιν ἄνωγεν {I 680}. οὐ τοῦτο δέ φημι, ὡϲ οὐχ οἷόν τε καὶ ἐπὶ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ ὀρθοτονεῖν, ἀλλ᾿ ὡϲ ἀφορμὴν ἔχει ἐγκλίϲεωϲ ἡ τοιαύτη ϲύνταξιϲ, αὐτόν με πρώτιϲτα ϲυνοικιϲτῆρα γαίαϲ ἔκδεξαι τεμενοῦχον {Pindari frgm. 167 Bergk4 186 Schr. }.