Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 87-3
Not analysed yet
Κἀκεῖνο γὰρ ὁμόλογόν ἐϲτιν, ὅτι ἡ ἐνεργητικὴ διάθεϲιϲ προτέρα τῆϲ παθητικῆϲ· τότε γὰρ πέπονθεν, ὅτε καὶ ἀναδέδεκται τὴν ἐνεργητικὴν διάθεϲιν, ὥϲ γε καὶ τὰ τούτων ἀποφατικὰ ὁμολογεῖ. ὁ γὰρ λέγων οὐκ ἔδειρα ἀναιρεῖ τὴν προκατάρξαϲαν διάθεϲιν τοῦ ὁμολογήϲαντοϲ προϲώπου τὴν παθητικὴν διάθεϲιν ἐν τῷ δαρῆναι. καὶ εἰ τοῦτο ὑγιέϲ, εὔλογον ἂν εἴη τὸ προϲχωροῦν ῥῆμα τῇ προτέρᾳ αἰτιατικῇ τὴν ἐνεργητικὴν διάθεϲιν ἐμφανίζειν, καὶ τὴν δευτέραν παραλαμβανομένην αἰτιατικὴν ἐν πάθει καταγίνεϲθαι, ἐπεὶ καὶ δεύτερα τὰ πάθη τῶν ἐνεργειῶν ἐϲτιν, ϲυνέβη ἐμὲ φιλεῖν Ἀπολλώνιον· τοιοῦτο γὰρ ἂν εἴη, ἐγὼ φιλῶ Ἀπολλώνιον. καὶ δῆλον ὅτι τὸ τοιοῦτο ὑπερβατόν ἐϲτιν, τὸ δὸϲ δέ τ᾿ ἔμ᾿ ἄνδρα ἑλεῖν {Ε 118}, τόνδε τὸν ἄνδρα. Καὶ τοϲαῦτα μὲν περὶ ϲυντάξεωϲ τῶν ἀπαρεμφάτων.