Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 88-2
Not analysed yet
Πρὸϲ δὲ τοὺϲ οἰομένουϲ τὴν αὐτόϲ ϲυμπαραλαμβάνεϲθαι εἰϲ 15 διαϲτολὴν γένουϲ ϲυγκεχυμένου κατὰ τὴν φωνὴν βραχὺϲ ἀρκέϲει λόγοϲ, ὥϲ γε καὶ πρόκειται, ὡϲ οὐ δέονται αἱ ἀντωνυμίαι τοῦ διαϲτέλλοντοϲ τὸ γένοϲ ἢ ὑπὸ δεῖξιν πίπτουϲαι ἢ ὑπὸ ἀναφοράν. τί δ᾿ ἂν εἶποι τιϲ ἐπὶ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ, οὗτοϲ αὐτόϲ, ἐκεῖνοϲ αὐτόϲ. ὅδ᾿ αὐτὸϲ ἐγῶ {φ 207 vel ω 321}; φαίνεται δ᾿ ὅτι καὶ μὴ ἐπιτεταγμέναι διήρθρωϲαν τὸ γένοϲ καὶ οὐκ ἄδηλον ἔϲται κατὰ τὸ γένοϲ τὸ ἐμεῦ δ᾿ ἕλετο μέγαν ὅρκον {δ 746} περιϲϲὸν ἡγητέον πρὸϲ εὐήθειϲ ὑπολήψειϲ ἐπὶ πλέον ἀντιλέγειν.