Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 88-3
Not analysed yet
Ἀκολούθωϲ ῥητέον καὶ περὶ τῶν ὑπολοίπων ἐγκλίϲεων, αἷϲ παρέπεται ἀπὸ τῶν ἐν αὐταῖϲ δηλουμένων πραγμάτων τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀναδεδέχθαι. Ἡ μὲν γὰρ καλουμένη ὁριϲτικὴ καλεῖται καὶ ἀποφατική. καὶ δῆλον ὅτι κοινῆϲ μὲν ἐννοίαϲ εἴχετο τὸ καλεῖϲθαι αὐτὴν ἀποφατικήν, εἴγε καὶ τὸ ἀποφαίνεϲθαι κατὰ πάϲηϲ φράϲεωϲ παραλαμβάνεται, ἀλλὰ καὶ ἐπιρρήματά τινα ἀποφαικὰ καλοῦμεν· ἰδίαϲ μέντοι ἐννοίαϲ ἔχεται ἡ ὁριϲτική· διὰ γὰρ ταύτηϲ ἀποφαινόμενοι ὁριζόμεθα.