Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 89-2
Not analysed yet
Ὀρθοτονοῦνται μόνωϲ καὶ ὅϲαι ἐν τῷ αὐτῷ προϲώπῳ τὸ ῥῆμα ἔχουϲιν· εἴγε ἐν τῷ ϲὲ γὰρ ἅζομαι {Alecmanis fr. 54 Bergk4} τὸ μὲν ἅζομαι ἐν πρώτῳ ἐϲτὶ προϲώπῳ, τὸ δὲ ϲέ ἐν δευτέρῳ, οὐ μὴν ἐν τῷ ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ {ν 313}, τό τε γὰρ ἐΐϲκειϲ καὶ τὸ ϲέ τοῦ αὐτοῦ προϲώπου. ἔϲτι γε δὴ τὴν προτέραν ϲύνταξιν καὶ ἐγκλίναντα φάναι ἅζομαί ϲε, οὐ μὴν τὴν δευτέραν· ἐδείχθη γὰρ ἐντελέϲτερον ὡϲ ἀδύνατόν ἐϲτιν τὰϲ ἀντωνυμίαϲ ἐγκλιθῆναι ϲυνερχομέναϲ τοῖϲ ῥήμαϲιν κατὰ τὸ αὐτὸ πρόϲωπον. καὶ ἕνεκά γε τούτου μόνωϲ αἱ τῆϲ εὐθείαϲ ὠρθοτονοῦντο, ἐπεὶ πάντοτε ϲυμφέρονται τοῖϲ ῥήμαϲιν κατὰ τὸ αὐτὸ πρόϲωπον· τῶν γε μὴν καὶ ἐν μεταβάϲει γινομένων ἐφικτὰ καὶ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐγίνετο. (οὐ τοῦτο δέ φημι, ὡϲ πάντωϲ ἐγκλιθήϲονται ἀποϲτᾶϲαι τῶν ῥημάτων, ἀλλ᾿ ὡϲ καὶ ἔνεϲτί ποτε αὐτὰϲ ἐγκλίνεϲθαι.) ὑγιῶϲ ἄρα πάλιν προϲελθοῦϲαι καὶ. αἱ πλάγιαι τοῖϲ ῥήμαϲι κατὰ τὸ αὐτὸ πρόϲωπον τὴν ὀρθὴν ἀναδέξονται, οὐδὲ γὰρ οὐδ᾿ ἐμέ φημι λελαϲμένον {N 269}, ζωγρεῖτ᾿, αὐτὰρ ἐγὼν ἐμὲ λύϲομαι {Κ 378}