Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 89-3
Not analysed yet
Ἕνθεν γὰρ καὶ οἱ καλούμενοι διαβεβαιωτικοὶ ϲύνδεϲμοι καὶ ἔτι αἰτιολογικοὶ ϲυντείνουϲιν ἐπὶ ταύτην. ὁριζόμενοι γάρ φαμεν γέγραφα, καὶ ἐπιδιαβεβαιούμενοι ὅτι γέγραφα εἰϲ ἐπίταϲιν τοῦ ὁριϲμοῦ· πρὸϲ ὃ ἀνθυπάγετα πάλιν τούτου ἐναντίον κατὰ ἀπόφαϲιν ὅτι οὔ. ἀλλὰ καὶ ἐπὶ αἰτιολογικῆϲ ἐννοίαϲ· ὡϲ γὰρ καταφαϲκομένου τοῦ περιπατῶ ἐπὶ λήμματι τῷ τοιούτῳ τὸ αἰτιῶδεϲ ϲυνταχθήϲεται, ὅτι περιπατῶ κινοῦμαι. (ὅπερ οὐκ ἀληθεύϲει, εἰ ἀναϲτροφὴν τὰ τοῦ λόγου, ὅτι κινοῦμαι περιπατῶ. καὶ δῆλον ὅτι οὐ διὰ τὸν ὁριϲμὸν τὸν ἐγκείμενον τοῖϲ ῥήμαϲιν, διὰ δὲ τὸ ἀκόλουθον τὸ ἐκ τοῦ ϲυνδέϲμου ἐγγινόμενον, ἐπεὶ ὅϲον ἐπ᾿ αὐτοῖϲ τὰ ῥήματα κατ᾿ ἰδίαν ταϲϲόμενα διὰ τὸν ἐγκείμενον ὁριϲμὸν ἀληθεύει· κινοῦμαι, περιπατῶ.)