Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 90-2
Not analysed yet
Τὰ τῆϲ τοιαύτηϲ χρήϲεωϲ ἀρχαικώτερα ὄντα παρεφθάρη μεταγενέϲτερον γενέϲτερον ἐπινοηθείϲηϲ τῆϲ ἀντ᾿ αὐτῶν ϲυνθέτου μεταλήψεωϲ, εἰϲ ἣν καὶ μεταλαμβάνομεν τὰϲ προκειμέναϲ ϲυντάξειϲ. ἐντεῦθεν γοῦν ἡ Ὁμη ρικὴ ποίηϲιϲ ἀπροϲδεήϲ ἐϲτι τῆϲ ϲυνθέτου χρήϲεωϲ, καθὸ γινώϲκει ἡ ποίηϲιϲ τὸ ἐμέ φημι. ϲαφὲϲ γὰρ ὅτι, εἰ ἀντὶ τοῦ τοιούτου ἐπενοήθηϲαν αἱ ϲύνθετοι, περιϲϲόν ἐϲτιν ϲυγχρῆϲθαι τῇ ἁπλῇ ϲυντάξει· κακία γὰρ τὸ τοιοῦτον, ὦϲ γε εὐκαιρότερον ὑπὲρ τῶν τοιούτων κατὰ τὰ ἐξῆϲ εἰρήϲεται.