Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 90-3
Not analysed yet
Ϲαφὲϲ οὖν ὅτι καὶ ἐγκειμένην ἔχει τὴν κατάφαϲιν. καὶ ἕνεκα τούτου τὸ καλούμενον ἀποφατικὸν ἐπίρρημα, ὡϲ ἂν μαχόμενον τῇ ναί καταφάϲει, ἐπιτρέχει τὴν ὁριϲτικὴν ἔγκλιϲιν, ἵνα τὴν ἐγκειμένην κατάφαϲιν ἀποϲτήϲῃ, οὐ γράφει, οὐ περιπατεῖ· οὐ μὴν ἔτι τὴν εὐκτικὴν προϲτακτικήν· οὐδὲ γὰρ ἔγκειται ἐν ταῖϲ τοιαύταιϲ ἐγκλίϲεϲιν ἡ μαχομένη μένη τῇ ἀποφάϲει κατάφαϲιϲ, ἣν ὡϲ προείπομεν ϲυνέβη ἀναιρεῖϲθαι ὑπὸ τῆϲ οὔ ἀποφάϲεωϲ. δι᾿ ὅτι μέντοι ἡ μή ἀπαγόρευϲιϲ ἐπὶ τὰϲ προειρημέναϲ ἐγκλίϲειϲ ϲυντείνει, ἐν τῷ περὶ αὐτῶν εἰρήϲεται· φαμὲν γὰρ μὴ γίνωϲκε, μὴ γνοίηϲ, μὴ γνῷϲ. —·