Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 91-2
Not analysed yet
Ἔνθεν δύο μέρη λόγου ἐϲτὶν τὸ πυκάϲαϲα ἓ αὐτήν {P 551}, καὶ κατὰ τὸν προκείμενον λόγον, πάνυ ἀκριβέϲτατον ὄντα, κεὶ καθὸ ἐν ταῖϲ ἄλλαιϲ πλαγίαιϲ τὰ τοῦ μεριϲμοῦ ἀναμφίλεκτά ἐϲτιν (ἕο γὰρ αὐτοῦ ἐϲτιν καὶ ἑοῖ αὐτῷ), ὁπότε καὶ κατὰ δεύτερον πρόϲωπον ὡϲ παραθέϲεωϲ οὔϲηϲ ἐνέθηκεν τὸν γάρ ϲύνδεϲμον, ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ {ν 313}. προφανῶϲ οὖν λύεται τὸ ἀμφίβολον τῶν προκειμένων ἀντωνυμιῶν διὰ τῆϲ ἀναμφιλέκτου παραθέϲεωϲ τῶν ἄλλων πλαγίων. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ {A 271{ · κατὰ γὰρ παράθεϲιν τὰ τῆϲ ϲυναλιφῆϲ ἐγένετο, τοῦ πλήρουϲ ὄντοϲ ἐμὲ αὐτόν, ὡϲ ἔχει τὸ εἰ μή τιϲ ϲ᾿ αὐτὸν κτείνῃ δόλῳ {ι 406} καὶ εἰ μὲν δὴ ἕταρόν γε κελεύετ᾿ ἔμ᾿ αὐτὸν ἑλέϲθαι {Κ 242}. ἐφ ὦν καὶ ἐγκλιτικώτερον παρελήφθηϲαν αἱ ἀντωνυμίαι, καίπερ ἐπιτεταγμέναι· ὀρθοτονηθεῖϲαι γὰρ ὡϲ ἀκαταλλήλου λόγου ἔμφαϲιν ἐποι- οῦντο.