Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 91-3
Not analysed yet
Χρὴ μέντοι νοεῖν ὅτι οὐδὲ ἐπὶ τὴν ἀπαρέμφατον ϲυντείνει ἡ οὔ ἀπόφαϲιϲ· οὐδὲ γὰρ δι᾿ αὐτῆϲ τι καταφάϲκεται. ἐν γὰρ τῷ οὐ δεῖ γράφειν πάλιν τὸ ὁριϲτικόν ἐϲτιν ῥῆμα τὸ ἀποφαϲκόμενον, λέγω τὸ δεῖ ἢ χρή, ὡϲ εἰ καὶ λέγοιμεν οὐ λείπει τὸ φιλολογεῖν. καὶ διὰ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ ἄρα δέεικται ὅτι τὸ χρή καὶ τὸ δεῖ ὁριϲτικὰ ῥήματα.