Ancient Greek · ~7 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 92-2
Not analysed yet
Διὸ καὶ μάτην τὰ τοιαῦτα ὑπ᾿ ἐνίων προϲεπνεύϲθη, τὴν αὐτοῦ φιλέει {I 342} αὐτόν μιν πληγῇϲιν ἀεικελίῃϲι δαμάϲϲαϲ {δ 244}. μέγα μὲν κλέοϲ ποιεῖται {β 125 seq. }. καὶ ἄλλα πλεῖϲτα. ὡϲ γὰρ ἐν ταῖϲ προκειμέναιϲ ϲυντάξεϲιν ἀπεδείξαμεν ὅτι ἐκ παρεπομένων τῷ λόγῳ ἐλλείπουϲαι λέξειϲ νοοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων ἔϲτιν παραϲτῆϲαι. ϲυνηθέϲτερόν πωϲ ἐλλειπτικόϲ ἐϲτιν τῶν προκειμένων μορίων, ἀρκούμενοϲ διὰ τῆϲ ϲυντάξεωϲ τοῦ λόγου τὸ λεῖπον ἐμφανίϲαι, αὐτὸϲ νῦν ἴδε πῶμα {θ 443} ἡ γὰρ αὐτόϲ ϲυμφέρεται ταῖϲ ὀρθοτονουμέναιϲ ἀντωνυμίαιϲ, καὶ τὸ μὲν ἴδε δύναται μὴ ἐλλείπειν, τό γε μὴν αὐτὸϲ ἴδε πάντωϲ ἐλλείπει τῷ ϲύ· εἰϲ γὰρ τοῦτο ἡ αὐτόϲ ϲυμπαραλαμβάνεται καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ἵνα τὰϲ ϲυνούϲαϲ ἀντωνυμίαϲ ὀρθοτονήϲῃ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ αὐτὸϲ ἑκών οἱ δῶκα {δ 649} πάλιν. γὰρ μόνον τὸ ῥῆμα οὐ λείπει, τὸ μέντοι ὅλον, ὡϲ πάλιν ἐγκειμένηϲ τῆϲ αὐτόϲ, αὐτὸϲ ἐγώ οἱ δῶκα. οὕτωϲ ἔχει καὶ τὸ αὐτῶν γὰρ ἀπωλόμεθ᾿ ἀφραδίῃϲιν {κ 27}, αἰτούϲηϲ τῆϲ ϲυντάξεωϲ τὸ ἡμῶν αὐτῶν. ἔϲτιν οὖν ὁμοίωϲ καὶ ἐπὶ τῶν προκειμένων {I 342} τὸ πλῆρεϲ τὴν ἕο αὐτοῦ, ὥϲ γε καὶ κατὰ πληθυντικὴν ϲύνταξιν ϲφῶν αὐτῶν καὶ ϲφέαϲ αὐτούϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ αὐτόν μιν πληγῇϲιν {δ 244} τάχα τῆϲ μίν δυναμένηϲ ἀναπληροῦν τὸ λεῖπον τῆϲ ἀντωνυμίαϲ. προϲτίθημι τὸ τάχα, ἐπεὶ ἐν ἑτέροιϲ παρέλκουϲα εὑρίϲκεται, κὰδ δέ μιν αὐτόν εἰλύϲω ψαμάθοιϲι |Φ 318seq.) ,πέ μιν αὐτὸν πατρὸϲ ἐάϲειε μνηϲθῆναι {δ 118}. οὐ μέντοι ἀνάγκη ἐπὶ τοῦ μέγα μὲν κλέοϲ αὐτῆϲ ποιεῖται {β 125seq. }λείπειν τὴν ἀντωνυμίαν, τοῦ ποιεῖται νῦν ἐν ἴϲῳ παραλαμβανομένου τῷ γίνεται, καθότι καί φαμεν ποιεῖται ἀγορά ἐν ἴϲῳ τῷ γίνεται. —