Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 92-3
Not analysed yet
Ὁμόλογον δ᾿ ὅτι καὶ ἡ καλουμένη ὑποτακτικὴ ἔγκλιϲιϲ, ϲυνηρτιϲμένη οἷϲ ὑποτέτακται, τὴν ἐκ τούτων δύναμιν ἀναδεξαμένη ἀπροϲδεὴϲ γενήϲεται τῆϲ οὔ ἀποφάϲεωϲ. μετὰ γοῦν τὴν τούτων ϲύνταξιν οἷόν τε πάλιν ἐϲτὶν αὐτὴν ἀποφαίνεϲθαι, ἐὰν θέλῃϲ οὐκ ἀναγινώϲκω ἢ οὐκ ἀναγνώϲομαι, καὶ μάλιϲτά γε ἐπὶ ἐνεϲτῶτοϲ καὶ μέλλοντοϲ· δι᾿ ὅτι γὰρ οἱ παρῳχημένοι οὐ παραλαμβάνονται ἐν ὑποτακτικοῖϲ, ἐν τῷ ἰδίᾳ περὶ αὐτῶν εἰρήϲεται.