Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 93-2
Not analysed yet
Τὸ δὲ μεῖζον, αἱ ϲύνθετοι δοκοῦϲιν ἐντελέϲτεραι εἶναι ἀπὸ τοῦ ἕ ἀρχόμεναι, ἑαυτοῦ ἤκουϲεν ὁ δεῖνα, ἑαυτοὺϲ ὕβριϲαν, ἑαυτὸν ἐτίμηϲεν· καὶ προφανὲϲ ὅτι, εἰ τὰ ἐντελέϲτερα τῶν ϲχημάτων οὔποτε παρ’ αὐτῷ εὑρέθη, οὐδὲ τὰ ὑποϲυνηλιμμένα· εἴγε παντὸϲ πεπονθότοϲ προῦφέϲτηκε τὸ ὁλόκληρον. -