Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 93-3
Not analysed yet
Ἡ δὴ οὖν προκειμένη ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ τὴν ἐγκειμένην κα τάφαϲιν ἀποβάλλουϲα μεθίϲταται καὶ τοῦ καλεῖϲθαι ὁριϲτική. εἰϲ γὰρ ἐπερώτηϲιν τῶν πραγμάτων ἐγχωρεῖ, ἡνίκα φαμὲν γέγραφαϲ; λελάληκαϲ; καὶ εἰ μὲν μὴ εἴη τὸ τοιοῦτον ἀληθέϲ, φαμὲν οὔ· εἰ δὲ ἀληθὲϲ εἴη τὸ γεγραφέναι, φαμὲν ναί. καὶ οὕτωϲ ἡ ἐπερώτηϲιϲ ἀπληρωθεῖϲα διὰ τῆϲ καταφάϲεωϲ ὑποϲτρέφει εἰϲ τὸ εἶναι ὁριϲτική. —καὶ μεγίϲτη ἂν εἴη ἔνδειξιϲ τοῦ τοιούτου τὸ ἔϲθ᾿ ὅτε τῷ ναί μὴ χρῆϲθαι μορίῳ, ῥήματι δὲ τῷ αὐτῷ δι᾿ ὁριϲτικῆϲ προφορᾶϲ, ὡϲ ἂν ἐγκειμένηϲ τῆϲ καταφάϲεωϲ· πρὸϲ γὰρ τὸ γράφειϲ; κατ᾿ ἐπερώτηϲίν φαμεν γράφω ἢ κατὰ βεβαίωϲιν τοῦ ὁριϲμοῦ, δυνάμει διπλαϲιάϲαντεϲ τὴν κατάφαϲιν, ναὶ γράφω. οὕτωϲ ἔχει καὶ τὸ ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπεϲ {e. g. A 286}, οὐκ ἀλόγου τοῦ τοιούτου ὄντοϲ, εἴγε ἐν τοῖϲ προκειμένοιϲ παρεϲτήϲαμεν ὅτι πολλάκιϲ τὰ ἰϲοδυναμοῦντα παραλλήλωϲ τίθεται εἰϲ πλείονα ἔμφαϲιν, ὡϲ τὸ τάχιον περιπάτει καὶ μᾶλλον τάχιον περιπάτει.