Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 94-2
Not analysed yet
Επερ οὖν καὶ αὐταὶ m λέξειϲ διὰ τῆϲ τῶν ϲυλλαβῶν ϲυμμετρίαϲ καὶ τὸ πλεονάζον ἐπιδείκνυνται καὶ τὸ ἐνδέον, οὐ βίαιον κατὰ τὸ ἐξ αὐτῶν ἐπηυξημένον τῇ ϲυμμεμετρημένῃ τῶν λέξεων ϲυνόδῳ καὶ τὸ πλεονάζον καὶ τὸ λεῖπον δείκνυϲθαι. ἐδείξαμεν ὡϲ καὶ ἐπὶ τῶν ἄρθρων τοῦ λόγου τὸ τήρημα ἀνεπλήρου τὰ λείποντα ἄρθρα· οὐ παρηλλαγμένον οὖν καὶ τὸ λείπειν ταῖϲ τοιαύταιϲ ἀντωνυμίαιϲ τοὺϲ προκειμένουϲ λόγουϲ.