Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 94-3
Not analysed yet
Ὁμοίωϲ δὲ καὶ ἡ εὐκτικὴ ἔγκλιϲιϲ ἀπὸ τῆϲ γινομένηϲ εὐχῆϲ κατὰ παραγωγὴν τῆϲ κλήεωϲ ἔτυχεν. Εἰ οὖν ἐϲτιν τὰ τῆϲ εὐχῆϲ ἐπιρρήματα παραϲτατικά, αἴθ᾿ ἔγω, χρυϲοϲτέφαν᾿ Ἀφροδίτα, τόνδε τὸν πάλον λαχοίην {Sapph. fr. 9 B4. }αἴθ᾿ οὕτωϲ ἐπὶ πᾶϲι χόλον τελέϲει᾿ Ἀγαμέμνων {Δ 178}· καὶ μήποτε τὰ τῆϲ ϲυντάξεωϲ δόξῃ κατὰ παρολκὴν ἔχειν τὰ ϲυνόντα ἐπιρρήματα, καθὸ ἡ ἔγκλιϲιϲ δυνάμει ἐγκείμενον ἔχει τὸ εἴθε. (ἐπὶ μὲν γὰρ τοῦ εἴθε ἔγραψε Τρύφων, εἴθε ἐλάληϲε καὶ ἐπὶ τῶν τοιούτων δῆλον ὅτι ἐν τῷ δέοντι παράκειται τὸ εἴθε, ἵνα ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ διὰ τοῦ παρακειμένου εὐκτικοῦ ἐπιρρήματοϲ εὐκτικὴν ϲύνταξιν ἀναδέξηται· δῆλον γὰρ ὡϲ διαφέρει τὸ ἔγραψεν Τρύφων τοῦ εἴθε ἔγραψεν Τρύφων.) ἀλλὰ ϲαφὲϲ ὅτι εἰϲ πλείοναϲ ἐπιτάϲειϲ τῶν ϲημαινομένων αἱ τοιαῦται παραθέϲειϲ γίνονται, ὡϲ παρεϲτήϲαμεν καὶ ἐπὶ τοῦ ναὶ γράφω καὶ ἄλλων πλειόνων.