Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 95-2
Not analysed yet
Εἶπερ οὖν αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον ὀρθοτονούμεναι τονούμεναι ἀντωνυμίαι εἰϲ ϲύνθετον μεταλαμβάνονται ϲυνόντοϲ τοῦ ῥήματοϲ ἰϲαρίθμωϲ κατὰ τὸ αὐτὸ πρόϲωπον, καὶ μένουϲι κατὰ τὴν αὐτὴν ἁπλότητα τοῦ ῥήματοϲ ἐν ἑτέρῳ προϲώπῳ νοουμένου, ὡϲ τὸ ἐμεῦ δ᾿ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο {I 335 seq}, ϲεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754}, πᾶϲα ἀνάγκη καὶ ἐπὶ τοῦ τρίτου προϲώπου ταὐτὸν ἐγχωρεῖν, ϲυνεπιϲχυούϲηϲ καὶ τῆϲ ἐγγενομένηϲ χρήϲεωϲ.