Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 95-3
Not analysed yet
Χρὴ μέντοι νοεῖν ὡϲ διαφέρει ἡ ἐκ τῶν ῥημάτων εὐκτικὴ ἔγκλιϲιϲ τῆϲ ἐπιρρηματικῆϲ τῷ τὰ μὲν ῥήματα μετὰ τοῦ ϲυνόντοϲ πράγματοϲ ϲημαίνειν τὴν εὐκτικὴν διάθεϲιν· τὸ γὰρ γράφοιμι εὐχή ἐϲτιν πράγματοϲ τοῦ γράφειν καὶ τὸ φιλολογοῖμι τοῦ φιλολογεῖν, τό γε μὴν εἴθε ϲχεδὸν ὄνομά ἐϲτιν εὐχῆϲ· οὐ γὰρ ϲυμπαρίϲταται καὶ τὸ ἐν τίνι τὰ τῆϲ εὐχῆϲ.