Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 96-2
Not analysed yet
τὸ γὰρ ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύϲ {Ε 800} εἰϲ ϲύνθετον μεταλαμβάνεται, ἐπεὶ τὸ γείνατο ταὐτὸν ἦν πρόϲωπον τῷ ἀντωνυμικῷ· ἐγέννηϲεν γὰρ παῖδα οὐδὲ κατ᾿ ὀλίγον ὅμοιον ἑαυτῷ· πρόδηλον γὰρ ὅτι ἡ ἁπλῆ μετάληψιϲ ἕτερον πρόϲωπον ὑπαγορεύει τοῦ Τυδέωϲ. καὶ τὸ πτωχὸν δ᾿ οὐκ ἄν τιϲ καλέοι τρύξαντα ἓ αὐτόν {ρ 387} μόνωϲ ἀντωνυμίαν ἁπλῆν ὑπαγορεύει· οὐ γὰρ κλητέοϲ ὁ πτωχόϲ, ἵνα μὴ αὐτόν, τὸν καλέϲαντα, καταπονήϲῃ, εἴγε χρειώδηϲ ἡ ἀναδοχὴ τῶν ἄλλων μετακλήτων, τέκτονοϲ ἢ ἰατροῦ ἢ μάντεωϲ.