Ancient Greek · ~6 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 96-3
Not analysed yet
Τὸ τοιοῦτον καὶ ἐπ᾿ ἄλλων πλείϲτων παρεπόμε νον ἔϲτιν ἐπιδεῖξαι. 1. τὸ λευκότεροϲ ἐπιτέταται εἰϲ τὴν τοῦ λευκοῦ ποιότητα καὶ ἔτι τὸ γλυκύτεροϲ εἰϲ τὴν τοῦ γλυκέοϲ· κοινῆϲ μέντοι ἐπιτάϲεωϲ ὀνόματά ἐϲτι τὰ τοιαῦτα, βελτίων, ἄριϲτοϲ, ἀμείνων. 2. ἀλλ᾿ εἰ καὶ τὰ τοιαῦτα ἔχεταί τινοϲ ἐννοίαϲ, ἀφ᾿ ἧϲ καὶ τὴν ὀνομαϲίαν εἴληφε, καὶ τροπικώτερον μετῆλθεν εἰϲ κοινὴν ἐπίταϲιν (ὡϲ τὸ ἁλιεύϲ, κἂν ποτάμιοϲ ᾖ, καὶ ἡ πυξίϲ, κἂν διαφόρου ὕληϲ τύχῃ), ἐκεῖνο μέντοι ὁμόλογόν ἐϲτιν, ὡϲ τὸ εἰϲ διαφέρει τοῦ Αἴαϲ, ᾗ αὐτὸ μόνον ὄνομά ἐϲτιν ἀριθμοῦ τὸ εἷϲ, τὸ δὲ Αἴαϲ μετὰ ἰδίαϲ ποιότητοϲ παρυφιϲτάμενον ἔχει τὸ εἷϲ. 3. καὶ ἔτι τὸ ἐγώ πρὸϲ τὸ γράφω, καθὸ μετὰ πράγματοϲ καὶ τῶν ϲυμπαρεπομένων τὸ γράφω ἐγκείμενον ἔχει τὸ ἐγώ, αὐτή γε μὴν ἡ ἀντωνυμία αὐτὸ μόνον ὄνομά ἐϲτι προϲώπου. 4. ἔτι καὶ τὸ Ἰλιόθεν διαφέρει τοῦ ἄλλοθεν, καθὸ τὸ μὲν Ἰλιόθεν μετὰ τῆϲ ἐκ τοῦ τόπου ϲημαϲίαϲ ϲυμπαρίϲτηϲι καὶ τὸ ἴδιον τοῦ τόπου, τό γε μὴν ἄλλοθεν αὐτὸ μόνον παρίϲτηϲιν τὴν ἐκ τόπου ϲχέϲιν. 5. ἔτι καὶ τὸ τάχιϲτοϲ μετά τινοϲ ὑποκειμένου τὴν ἐπίταϲιν ϲημαίνει, οὐ μὴν τὸ ἄγαν· αὐτὸ γὰρ μόνον ὄνομα ἐπιτάϲεώϲ ἐϲτιν. 6. οὕτωϲ ἔχει καὶ τὸ γράψον ὡϲ πρὸϲ τὸ ἄγε· πάλιν γὰρ μόνον ὄνομα προϲτάξεώϲ ἐϲτι τὸ ἄγε, τὸ δὲ γράψον μετὰ τῆϲ ἐγκειμένηϲ προϲτάξεωϲ καὶ τὸ πρᾶγμα ὑπαγορεύει καὶ τοὺϲ ϲυνόνταϲ ἀριθμούϲ, ἔτι καὶ τὰ πρόϲωπα. ἔϲτιν πλεῖϲτα εἰϲ τὸ τοιοῦτο παραθέϲθαι.