Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 97
Not analysed yet
οὕτωϲ ἔχει καὶ τὸ ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷποϲ, αὐτῷ ἐπλετο {Ο 226 seq. },πάνυ ὑγιῶϲ τῶν ἀντωνυμιῶν τὸ δέον τοῦ τόνου ἀναδεξαμένων ἕνεκα τῆϲ παρακολουθούϲηϲ πρὸϲ ἄλληλα διαϲτολῆϲ, ϲυνούϲηϲ ἔτι καὶ τῆϲ ϲυμπλοκῆϲ. καὶ ἐπεὶ πάλιν τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων τῶν ἀντωνυμιῶν παρελαμβάνετο, οὐ δυνάμενον ἑτέρᾳ προϲχωρῆϲαι κατὰ τὸ αὐτὸ πρόϲωπον, ἵνα τὸ ϲύνθετον μεταληφθῇ, ἀναγκαίωϲ ϲυνετήρει τὰϲ ἀντωνυμίαϲ εἰϲ ἁπλοῦν ϲχῆμα· εἴγε τὸ ἐν τῇ ϲυνθέτῳ ἀντωνυμίᾳ ῥῆμα οὐ δύναται ἕτερον πρόϲωπον γινώϲκειν, ὡϲ δὲ προείρηται, τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων εἴληπται, ἔχον τὴν διάθεϲιν ἔξωθεν τῶν δύο προϲώπων, ὡϲ εἴ τιϲ λέγοι ἐγένετο Τρύφωνι καλῶϲ, δηλονότι ὑπό τινοϲ περιϲτάϲεωϲ. προείρηται δὲ ὅτι, εἰ μὴ αἱ διαθέϲειϲ ἐξ αὐτῶν τῶν προϲώπων ἐγγίνονται, ἀδύνατον ἐπινοηθῆναι τὴν ϲύνθετον ἀντωνυμίαν. —οὕτωϲ ἔχει καὶ τὸ ὅϲτιϲ οἷ τ᾿ ἐπέοικεν {I 392}, ὅϲτιϲ Ἀγαμέμνονι ἔοικεν οὐ γὰρ νῦν ὁ λόγοϲ ἀπαιτεῖ τὸ τὸν Ἀγαμέμνονα ἑαυτῷ ἐοικέναι, τοῦ ὅϲτιϲ ἐπὶ τὸ ἀόριϲτον ϲυντείνοντοϲ τοῦ τε οἷ ἐπὶ τὸ ὡριϲμένον πρόϲωπον τοῦ Ἀγαμέμνονοϲ. —τοὺϲ δ᾿ ἄγαγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ {ξ 272. ρ 441} οὐ γὰρ ἄγονται οἱ αἰχμάλωτοι ἵνα ἑαυτοῖϲ ὑπηρετῶϲιν, τοῖϲ γε μὴν ἐπικρατήϲαϲιν. —οὕτωϲ ἔχει καὶ τὸ ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι {δ 683} οὐ γὰρ οἱ μνηϲτῆρεϲ ἑαυτοῖϲ τὰ πρὸϲ τὴν δαῖτα εὐτρεπίζουϲιν.