Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 97-2
Not analysed yet
Τό γε μὴν αἴθ᾿ ὄφελεϲ παρὰ νηυϲὶν ἀδάκρυτοϲ καὶ ἀπήμων ἧϲθα {A 415. 6} καὶ τὸ ὡϲ ὄφελεϲ ϲὺ μὲν αὖθι μετ᾿ ἀθανάτῃϲ ἁλίῃϲι ναίειν, Πηλεὺϲ δὲ θνητὴν ἀγαγέϲθαι ἄκοιτιν {Σ 86. 7} οὐ χρὴ παραλαμβάνειν εἰϲ τὸν τῶν παραλλήλων λόγον· ἰδοῦ γὰρ ἐκ τοῦ ὤφελον παρυφίϲταται καὶ προϲώπου διάκριϲιϲ, ἥτιϲ οὐ ϲύνεϲτιν τῷ εἴθε. καὶ δῆλον ὅτι ἕνεκα τοῦ τοιούτου τὸ μὲν εἴθε ϲυντάϲϲεται εὐκτικοῖϲ, οἷϲ ϲύνεϲτι τὸ διακρῖναι πρόϲωπον, αἴθ᾿ οὕτωϲ, Εὔμαιε, φίλοϲ Διὶ πατρὶ γένοιο {ξ 440} αἴθ᾿ οὕτωϲ ἐπὶ πᾶϲι χόλον τελέϲει᾿ Ἀγαμέμνων {Δ 178} ἀλλὰ παρεϲτήϲαμεν ὡϲ καὶ ἐν ὁριϲτικοῖϲ ἐν τῷ εἴθ᾿ ἔγραψε Τρύφων· οὐ μὴν τοῖϲ ἀπαρεμφάτοιϲ, ἐπεὶ καὶ διὰ τοῦ ἐπιρρήματοϲ καὶ διὰ τοῦ ϲυνόντοϲ ἀπαρεμφάτου ἄδηλον ποίῳ προϲώπῳ τὰ τῆϲ εὐχῆϲ ἐπιγίνεται. ὅθεν εἰϲ ἀναπλήρωϲιν τοῦ λείποντοϲ τὸ ὄφελον παραλαμβάνεται, εἰϲ ἐμφανιϲμὸν προϲώπου ᾧ τὰ τῆϲ εὐχῆϲ περιγίνεται· ἐν γὰρ τῷ αἴθ᾿ ὄφελεϲ παρὰ νηυϲὶν ἀδάκρυτοϲ καὶ ἀπήμων ἧϲθαι {A 415. 6} νοεῖται ὁ Ἀχιλλεύϲ, πρὸϲ ὃν ἡ ἀπόταϲιϲ τοῦ λόγου, οὐκ ἐξ ἄλλου του ἢ τοῦ ὄφελεϲ. Καὶ τοϲαῦτα μὲν περὶ ϲυντάξεωϲ τοῦ εἴθε καὶ τῶν ὁμοίων.