Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 98-2
Not analysed yet
Πῶϲ οὖν οὐκ ἄλογον παραδιώκειν ὡϲ ἄλογον τὸ οἱ τ᾿ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέϲφατα ᾔδη {Ε 64}, κατὰ τρόπουϲ πλείοναϲ δυνάμενον μᾶλλον κατορθοῦϲθαι τῶν προκειμένων; μένων; εἰ γὰρ δὴ καὶ ἦν ἀληθὲϲ τὸ πάντωϲ τὰϲ ὀρθοτονουμέναϲ εἰϲ ϲύνθετον μεταλαμβάνεϲθαι, εἶχεν ὑποπαραίτηϲιν τὸ ϲχῆμα, καθότι αἱ ὀφείλουϲαι ἐγκλίνεϲθαι ἅπαξ εἰϲ ἀρχὴν τοῦ λόγου γινόμεναι εἰϲ ὀρθὴν τάϲιν μεταλαμβάνονται, ὡϲ ἔχει τὸ ἡμέαϲ ὑβρίζοντεϲ {Λ 695}, ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπεν {λ 91}. ἀλλὰ καὶ ϲυμπέπλεκται.