Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 98-3
Not analysed yet
Ἤδη μέντοι καὶ περὶ τῆϲ ἐγγινομένηϲ χρονικῆϲ διαθέϲεωc ἐν τῇ ἐγκλίϲει διαποροῦϲί τινεϲ, ὡϲ μάτην εἰϲκυκλεῖται ἡ τῶν παρῳχημένων χρόνων φωνὴ κατὰ τὴν ἔγκλιϲιν, ὡϲ οὐ δυναμένου τοῦ τοιούτου ϲυϲτῆναι, καθὸ καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου δηλουμένου παρέμπτωϲιϲ αἰτία γίνεται τοῦ μὴ ϲυνίϲταϲθαι ϲχήματά τινα τῆϲ λέξεωϲ, ἐν ῥήμαϲιν ἡ τοῦ πλουτῶ ἢ ὑπάρχω ἤ τινοϲ τῶν τοιούτων παθητικὴ ἐκφορά, καὶ ἐπὶ τοῦ μάχομαι ἡ ἐνεργητική· καὶ ἐν γένεϲι, καθὸ οὔτε τοῦ ἐκτροῦϲα τὸ ἀρρενικόν τιϲ ζητήϲει, οὔτε τοῦ ἄρϲην τὸ θηλυκόν. καὶ ἦν εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ δυϲπερίληπτοϲ. καὶ δὴ οὖν ἐπὶ τοῦ προκειμένου ἐκεῖνό φαϲιν· «εἰ ἐν τοῖϲ οὐκ οὖϲιν αἱ εὐχαὶ γίνονται εἰϲ τὸ ἐγγενέϲθαι, πῶϲ τὰ γενόμενα εὐχῆϲ ἔτι δέεται;»