Ancient Greek · ~3 min
Paragraph 119
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 119
Not analysed yet
Τὰϲ κατὰ τὸ τρίτον πρόϲωπον, λέγω δὴ τὴν ἵ καὶ τὰϲ ϲυζύγουϲ, ἀναφορὰν προϲώπων δηλούϲαϲ, ϲυμβέβηκε μεταλαμβάνεϲθαι εἰϲ τὴν αὐτόϲ καὶ αὐτή καὶ αὐτό, εὐλόγωϲ, ἐπεὶ καὶ αὐτὴ ἀναφέρεται πάντοτε ἐπί τι πρόϲωπον, ὅτε μὴ ἐπιτέτακται πρώτῳ καὶ δευτέρῳ· ἀλλὰ καὶ ἡ οὗτοϲ καὶ ἡ ἐκεῖνοϲ μεθίϲτανται εἰϲ αὐτήν· κατὰ γὰρ τοῦ αὐτοῦ προϲώπου νοεῖται τὸ ἐκεῖνοϲ ἐνίκηϲε, τοιγαροῦν αὐτὸϲ τιμῆϲ μεταλήψεται. οὐκέτι δὲ καὶ ἡ αὐτόϲ εἰϲ τὸ ἐκεῖνοϲ, οὐδὲ αἱ ϲύζυγοι, αὐτὸϲ ἐνίκηϲε, τοιγαροῦν οὗτοϲ χαρήϲεται· δύο γὰρ τὰ νοούμενα πρόϲωπα. τοῦτο δὲ ϲυμβέβηκεν, ἐπεὶ ἡ μὲν ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ, δεῖξιν ϲημαίνουϲαι, τὴν ὑπόγυιον γνῶϲιν τοῦ προϲώπου παριϲτάϲιν, ἡ δὲ αὐτὸϲ ἐπ᾿ ἀναπολούμενον πρόϲωπον φέρεται. ὀρθῶϲ οὐν ἐπὶ τὴν διὰ τοῦ ἐκεῖνοϲ δηλουμένην δεῖξιν ἐπαναπολεῖται ἡ αὐτόϲ, οὐκέτι μέντοι ⟨ἡ⟩ ἐκεῖνοϲ ἢ οὗτοϲ ἐπὶ τὴν αὐτόϲ δύναται ἀναπέμπεϲθαι· πρώτη γὰρ ἡ διὰ τῶν δεικτικῶν ἀντωνυμιῶν γνῶϲιϲ.