Ancient Greek · ~2 min
Paragraph 120
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 120
Not analysed yet
Οὐ μόνον δὲ διαφέρει τῶν κατὰ τὸ τρίτον φωνῇ, ᾗ αἱ μὲν ἀπαρέμφατοι γένουϲ διὰ τῆϲ φωνῆϲ, (οἷ γὰρ καὶ ἕ), ἡ δὲ καὶ διὰ τῆϲ φωνῆϲ γένουϲ ἐϲτὶ παραϲτατική, ἀλλ᾿ ἡ καὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται, αἱ δὲ οὔ. καὶ αἱ μὲν ἀκωλύτωϲ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται, ἡ δὲ μόνωϲ ὀρθοτονεῖται, ἀναμφιλέκτωϲ μὲν κατὰ πᾶϲαν πτῶϲιν, κατὰ δὲ αἰτιατικὴν οὐκ ἀναμφιλέκτωϲ. τινὲϲ μὲν γὰρ ἐγκλίνουϲιν, ὅτε ἀπόλυτοϲ ἡ ϲημαϲία, καθάπερ ἐκείνη ἡ ἀνάγνωϲιϲ κόψε γάρ αὐτον ἔχοντα (Μ 204).