Ancient Greek
Paragraph 121
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 121
Not analysed yet
Τρύφων (p. 28 Velsen) δὲ παρήνει καὶ ταύτην ὀρθοτονεῖν, «καθὸ αἱ τριγενεῖϲ τῶν ἀντωνυμιῶν μόνωϲ όρθοτονοῦνται, αἱ δὲ ἐγκλινόμεναι οὔποτε γένουϲ ἐμφατικαὶ διὰ τῆϲ φωνῆϲ. —καὶ καθὸ αἱ κατὰ γενικὴν καὶ δοτικὴν μὴ ἐγκλιθεῖϲαι οὐδὲ κατ᾿ αἰτιατικήν· οὔτε δὲ ἡ αὐτοῦ οὔθ᾿ ἡ αὐτῷ ἐγκλίνονται, οὐκ ἄρα οὐδὲ ἡ αἰτιατική. —ἔτι αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονύμεναι κατὰ τὸ τρίτον, ἡνίκα ὀρθοτονοῦνται, πάντωϲ καὶ ἀντανακλῶνται, ἡ δὲ αὐτόν οὐκέτι.»