Ancient Greek · ~2 min
Paragraph 122
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 122
Not analysed yet
Ἀλλὰ ἀντίκειται τὸ ϲημαινόμενον· διαφέρει γὰρ τὸ ἔπαιϲέν αὐτον ἐγκλινόμενον τοῦ ὀρθοτονουμένου· ὃ μὲν γὰρ ἔμφαϲιν ὑπεροχῆϲ ϲημαίνει, λέγω δὲ τὸ ὀρθοτονούμενον, ὃ δὲ καὶ ἐπ᾿ εὐτελοῦϲ τινοϲ τάϲϲεται. αἱ γένουϲ παραϲτατικαὶ καὶ δεῖξιν ϲημαίνουϲαι ἀλλότριαί εἰϲιν ἐγκλίϲεωϲ· οὐδὲν οὖν τὸ κωλῦον τὴν αὐτόν ἐγκλίνειν, ἀμοιροῦϲαν δείξεωϲ. ἔτι δεικτικώτεραι γινόμεναι διὰ τοῦ ῑ ἐπεκτείνονται, οὑτοϲί, ὁδί· ἀλλ᾿ οὐκέτι ἡ αὐτόϲ, οὐδὲ γὰρ δεικτική.