Ancient Greek · ~3 min
Paragraph 123
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 123
Not analysed yet
«Οὐχ ὑγιὲϲ λέγειν, ἐπεὶ καὶ τὸ ἕ ἐγκλίνεται, εὐθέωϲ καὶ τὸ μεταλαμβανόμενον αὐτόν. ἰδού γὰρ τὸ ἐπεί ἑο κήδετο λίην (ξ 461) καὶ τὸ καί οἱ ἐπευχόμενοϲ (Φ 121) καὶ τὰ μεταλαμβανόμενα ταύτηϲ τῆϲ τάϲεωϲ οὐ τυγχάνει.» Ἅπερ οὐκ ἤγειρε τὴν ὑπερκειμένην ϲυλλαβὴν εἰϲ ὀξεῖαν, ὁμοίωϲ τῇ αὐτόν αἰτιατικῇ, ἐπεὶ τοῖϲ τετραχρόνοιϲ τὸ ἐγκλιτικὸν οὐ παρείπετο· οὐδὲ κατὰ τὴν προτέραν ϲυλλαβὴν ὠξύνθη, ὅπερ τοῖϲ τετραχρόνοιϲ παρηκολούθει, ὡϲ ἐπὶ τοῦ ἔδωκεν ἥμιν, ἤρπαϲεν ἥμων, ἐπεὶ Αἰολικώτερα τὰ τῆϲ προφορᾶϲ καθίϲτατο. ὅθεν οὐδὲ ἐπὶ τῆϲ ἀπολελυμένηϲ ϲημαϲίαϲ δεῖ τὸν τόνον τῆϲ περιϲπωμένηϲ τρανότερον προφέρεϲθαι, ἀλλὰ νοεῖν ὅπωϲ τὸ τῆϲ ἐγκλίϲεωϲ ϲχῆμα φυλάϲϲηται.