Ancient Greek · ~1 min
Paragraph 124
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 124
Not analysed yet
Προείρηται ὡϲ παντὶ προϲώπῳ ὀρθοτονουμένῳ ϲύνεϲτι, διὸ καὶ ἐπιταγματικὴ ἐκαλεῖτο ὑπὸ Ἀριϲτάρχου. Ἀλλὰ μὴν καὶ κτητικαῖϲ ϲυντάϲϲεται, γενικῆϲ πτώϲεωϲ αὖϲα. καὶ ϲαφέϲ ἐϲτιν ὡϲ πάλιν ϲύνταξιν ἔχει τῆϲ πρωτοτύπου, ἥτιϲ ἐν τῷ κτήτορι νοεῖται κατὰ γενικήν, αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7), ἢ ἐὸν αὐτοῦ χρεῖοϲ (α 409)· τὰ γὰρ ἐντὸϲ πρόϲωπα τούτων ἐν γενικῇ πτώϲει νοεῖται.