Ancient Greek · ~1 min
Paragraph 125
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 125
Not analysed yet
Μόνη διπλαϲιάζεται παρὰ Δωριεῦϲιν ἡ αὐτόϲ ἐν τῷ αὐταυτόϲ, αἰ δὲ μὴ ἐ γῶν ἔμαθον ταῖϲ αὐταυτᾶϲ χερϲίν, Ϲώφρων (fr. 65 Ahrens). Μὸνη ϲυντίθεται μετὰ ἀντωνυμιῶν κατὰ τέλοϲ καὶ μετὰ ἄλλων μερῶν λόγου ἐν ἀρχῇ, αὐτάρεϲκοϲ, αὐτοδίδακτοϲ. καὶ διὰ τοῦτο ἐϲημειοῦτο τὸ φίλαυτοϲ· εἴρηται ἡ αἰτία ἐν τῷ περὶ ϲχημάτων.