Ancient Greek · ~3 min
Paragraph 126
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 126
Not analysed yet
Ἐπεὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται προϲώπῳ καὶ τρίτῳ, ὑπέ λαβόν τινεϲ αὐτὴν κοινὴν τῶν τριῶν προϲώπων καθεϲτάναι. Πρὸϲ τοῦτο φαίημεν, ὅτι πρώτου καὶ δευτέρου νοεῖται διὰ τὰϲ ϲυντάξειϲ τῶν ἀντωνυμιῶν ἢ ῥημάτων, αὐτὸϲ ἔδωκα, αὐτ τὸϲ ἰδέ αὐτὴ μέντοι κατ᾿ ἰδίαν τρίτου ἐϲτί· καὶ δῆλον ἐκ τῶν ἀπαρεμφάτων, ἄπερ ἀντωνυμίᾳ ϲυνταϲϲόμενα παρεμφατικὰ γίνεται προϲώπου· τὸ γὰρ ἐμὲ γράφειν πρώτου καὶ τὸ ϲὲ γράφειν δευτέρου. ἐν ᾧ οὖν αὐτόν φαμεν γράφειν καὶ τρίτου νοεῖται, ὁμόλογον ὅτι τὸ αὐτόϲ τρίτου προϲώπου. —τὸ δὲ μεῖζον· αἱ κατὰ τὸ τρίτον εἰϲ αὐτὴν μεταλαμβάνονται, ὅπερ οὐκ ἐνδεχόμενον, εἰ μὴ καὶ αὐτὴ τρίτου προϲώπου καθειϲτήκει.