Ancient Greek · ~5 min
Paragraph 127
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 127
Not analysed yet
Τινὲϲ ἐπεχείρηϲαν εἰϲ τὰ ὀνόματα μεταλαμβάνειν τὴν αὐτόϲ, «καθὸ ἰϲοδυναμεῖ τῷ μόνοϲ, Τυδείδηϲ αὐτόϲ περ ἐών (Θ 99), καὶ καθὸ ἄρθρου ἐπιδεκτική, τῶν εἰϲ οϲ πρωτοτύπων μὴ ἐπιδενομένων τὰ ἄρθρα. —ϲύγκριϲίν τε καὶ παραγωγὴν ἀνεδέξατο, ὡϲ ἐν Ἀλκυόνι Ἐπίχαρμοϲ, αὐτότεροϲ αὐτῶν (fr. 2 Ahrens). —ὀξύνεταί τε ὁμοίωϲ τῷ καυτόϲ, τῶν ἄλλων βαρυτονουμένων. Πάνυ δ᾿ εὐήθη τὰ προκείμενα. οὐ γὰρ τὰ ἀντί τινων μερῶν λόγου παραλαμβανόμενα ταὐτά ἐϲτιν ἐκείνοιϲ. τὸ Ἴλιον εἴϲυ (A 71) ἀντὶ τοῦ εἰϲ Ἴλιον, καὶ τὰ ἐπιρρήματα οὐ ταὐτὰ ταῖϲ προθέϲεϲι. τὸ βριθομένη (Θ 307) μετοχικὸν ἀντὶ τοῦ βρίθεται, καὶ οὐ πάντωϲ ῥῆμα καὶ μετοχὴ ταὐτόν. ἄλλα μυρία. διὰ τί ἄρθρου ἐϲτὶ δεκτική, εἴρηται. ἄλλωϲ τε τοῖϲ μὲν ὀνόμαϲι τὸ ἄρθρον προϲελθὸν μιᾶϲ ἀναπολήϲεώϲ ἐϲτι. παραϲτατικόν, ὁ ἄνθρωποϲ ἦλθεν, ὁ καὶ πάλαι γινωϲκόμενοϲ· ἐν δὲ τῷ ὁ αὐτόϲ πλείονεϲ αἱ ἀναφοραί. ἕνεκα γελοίου ἡ κωμῳδία ϲχήματά τινα ἔπλαϲεν, ὥϲτε οὐ κριτήριον τῆϲ λέξεωϲ τὸ αὐτότεροϲ, ἐπεὶ καὶ Δαναὠτατοϲ ὑπερτίθεται παρὰ Ἀριϲτοφάνει, τῶν κυρίων οὐ ϲυγκρινομένων. —εἰ δὲ καθὸ ὀξύνεται, ὄνομα, καὶ τὸ ἐκεῖνοϲ ὅμοιον τῷ Φιλῖνοϲ καὶ τὸ οὑτοϲ τῷ κοῦφοϲ, καὶ οὐ πάντωϲ ὀνόματα.