Ancient Greek
Paragraph 128
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 128
Not analysed yet
Ἀντ᾿ ὀνομάτων παραλαμβάνεται, ὅπερ ἴδιον ἀντωνυμιῶν. —ἐδείχθη τε ὡϲ αἱ κατὰ τὸ τρίτον εἰϲ αὐτὴν μεθίϲτανται, καθὸ δυνάμει αἱ αὐταί εἰϲιν ἀντωνυμίαι. τὰ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ῥήματα ἀντωνυμίαιϲ παρατιθέμενα αὐτοτέλειαν ποιεῖ, ἐγὼ ἔγραψα, ϲὺ ἐλάληϲαϲ ὀνόμαϲι δὲ οὖ, εἰ μὴ τὸ λέγεϲθαι ἢ ὑπάρχειν ἤ τι τούτοιϲ ἰϲοδυναμοῦν, Δίων λέγομαι, Θέων ὑπάρχω. ἡ δ᾿ αὐτόϲ ἅπαϲι ῥήμαϲιν, αὐτὸϲ λέγω, αὐτὸϲ ἔδωκα. εἰ τὰ τέλη τῶν ϲυνθέτων ἐπικρατεῖ, καὶ τὸ εὔτακτοϲ ὄνομα καὶ τὸ χειρογραφῶ ῥῆμα, πῶϲ οὐχὶ γέλοιον τὸ μὲν ϲαυτοῦ καὶ ἐμαυτοῦ ἀντωνυμίαϲ φάναι, τῆϲ αὐτοῦ ἐγκειμένηϲ κατὰ τὸ τέλοϲ, τὸ δὲ τέλοϲ ὄνομα;