Ancient Greek · ~4 min
Paragraph 129
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 129
Not analysed yet
Ἐμοῦ. Ὁμοφωνοῦϲα αὕτη κτητικῇ τῇ ἀπὸ τῆϲ ἐμόϲ, κατὰ τὰ λοιπὰ ϲχήματα διαϲτέλλεται· ἐμοῖο γὰρ ἡ παρὰ τὴν κτητικήν, ή δ᾿ ἐμέο καὶ ἐμεῦ καὶ ἐμέθεν καὶ ἐμεῖο παρὰ τὴν πρωτότυπον. καὶ ἔτι ἡ μὲν ἔγκλιϲιϲ παρακολουθεῖ, ἡ δ᾿ οὔ. —Ἀλλὰ καὶ ἡ μοῦ μονοϲύλλαβοϲ τῆϲ ἐμοῦ διϲυλλάβου προείρηται τίϲι διαφέρει. —Λείπεται διαλαβεῖν, δι’ ἥν αἰτίαν ἡ ἐμαυτοῦ ϲύνθετοϲ μεταλαμβάνεται εἰϲ τὴν ἐγκεκλιμένην, οὐκέτι δὲ εἰϲ τὴν ὀρθοτονουμένην. τὸ γὰρ πρὸϲ ταῖϲ ἐμαυτοῦ νῦν θύραιϲ (Menandri fr. . CCXCIII Meineke) ἴϲον ἐϲτὶ τῷ πρὸϲ ταῖϲ θύραιϲ μου, αὐτὸ μόνον τῆϲ ἀντιδιαϲτολῆϲ ἀφῃρημένον. εἰ δὲ ἐντελῶϲ ἐδείχθη, ὡϲ αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, ὅτε τὴν τοῦ ῥήματοϲ διάθεϲιν ἐφ’ ἕτερον οὐκ ἔχουϲι πρόϲωπον ϲυντείνουϲαν, πάντωϲ εἰϲ ϲύνθετον μεταλαμβάνονται, ὁμόλογον ὡϲ καὶ ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ταὐτὸν παρακολουθήϲει περιϲϲὸν ἄρα ζητεῖν, διὰ τί αἱ ϲύνθετοι ⟨οὐ⟩ μεταλαμβάνονται εἰϲ ἁπλᾶϲ ὀρθοτονουμέναϲ· αὐταὶ γὰρ εἰϲ ϲύνθετον μετατιθέμεναί εἰϲιν ὑπὲρ τοῦ τὸ μεταβατικὸν διαϲτεῖλαι τοῦ ἀντανακλωμένου.