Ancient Greek · ~4 min
Paragraph 130
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 130
Not analysed yet
Ἐμεῦ. κοινὴ Ἰώνων καὶ Δωριέων ,ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον (δ 746) ἄκουε νῦν καὶ ἐμεῦ, Ῥώγκα . Ϲώφρων (fr. 64 Ahrens) καὶ Φερε. κύδηϲ ἐν τῇ θεολογίᾳ, καὶ ἔτι Δημόκριτοϲ ἐν τοῖϲ περὶ ἀϲτρονομίαϲ καὶ ἐν τοῖϲ ὑπολειπομένοιϲ ϲυντάγμαϲι ϲυνεχέϲτερον χρῶνται τῇ ἐμεῦ καὶ ἔτι τῇ ἐμέο. διὸ καὶ ὁλοκληροτέραν ἄν τιϲ αὐτὴν ὑπολάβοι τῆϲ ἐμεῖο καὶ ϲεῖο, καθὸ οἱ πεζολόγοι ⟨τῇ μὲν⟩ διὰ του i οὐκ ἐχρήϲαντο, τῇ δὲ διὰ τοῦ ε· καίτοι τῶν περὶ Τρύφωνα (p 27 Velsen) οὐκ ἀπιθάνοιϲ λόγοιϲ προϲκεχρημένων ὑπὲρ τοῦ τὴν ἐμεῖο ἐντελεϲτέραν εἶναι· εἰ γὰρ ἀπὸ τῶν εἰϲ φωνῆεν ληγουϲῶν γενικῶν μείζονεϲ γινόμεναι ἢ κατὰ τὸ τέλοϲ μεγεθύνονται ἢ κατὰ τὴν παραλήγουϲαν, οὐδέποτε δὲ ἐν ἀμφοτέροιϲ βραχύνονται, Ἀτρείδᾶο Ἀτρείδεω, Πριάμοιο, καὶ ἔτι ἐπ’ ἀντωνυμιῶν, ἐμοῖο, ϲοῖο, πῶϲ οὐχὶ κατὰ τόνδε τὸν λόγον ἡ ἐμέο καὶ ϲέο ἐλλείπουϲι τῷ ι, ἀπὸ τῆϲ ἐμοῦ καὶ ϲοῦ αὐξηθεῖϲαι; Ἀλλ’ εἴρηται ὅτι ἰϲχυρότερα τὰ τῶν πεζολόγων μαρτύρια. ἄλλωϲ τε εἰ ἐδείκνυντο αἱ ἀντωνυμίαι πρωτοτυποῦϲαι ἀνακόλουθοι καὶ κατὰ ἀριθμὸν καὶ κατὰ πτῶϲιν, οὐκ ἀπεμφαῖνον εἰ καὶ κατὰ αὐξήϲειϲ τῶν πτώϲεων.