Ancient Greek · ~10 min
Paragraph 131
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 131
Not analysed yet
Ἐμέθεν. Πυκνῶϲ αἱ χρήϲειϲ παρὰ Αίολεῦϲιν, ἐμεθεν δ’ ἔχειϲθα λάθαν· ῆ τιν’ ἄλλον μᾶλλον ἀνθρώπων ἔμεθεν φίληϲθα (Sapphus fr. 89 Ahrens, 21 et 22 Bergk 3). ἀλλὰ καὶ παρὰ Ϲυρακουϲίοιϲ· ἔτι μεθὲν ἁ καρδία πα δῇ, Ϲώφρων Γυναικείοιϲ (fr. 46 Αhrens). παρά τε τῷ ποιητῇ ἡ χρῆϲιϲ καὶ ϲχεδὸν ϲυνεχήϲ. διὸ οὐδὲ Αἰολικώτερον χρὴ ἀναγινώϲκειν ,διηκούϲηϲ καὶ ἐπὶ πολλὰϲ διαλέκτουϲ τῆϲ χρήϲεωϲ. «Ἐπεὶ δέ, φαϲίν ,ἀπὸ τῆϲ Λέϲβου γενικῆϲ ἐπίρρημά τι ἀποτελεῖται Λεϲβόθεν ,οἴκου οἴκοθεν, οὐρανοῦ οὐρανόθεν, τοῦ υ παραιρουμένου, οὕτω καὶ ἀπὸ τῆϲ ἐμεῦ τὸ ἐμέθεν ἀποτελούμενον ἐπίρρημα ἂν γένοιτο.» Πάνυ δὲ ληρώδηϲ ἡ τοιαύτη παράδοϲιϲ. οὔτε γὰρ τὰ παραγόμενα ,μετατιθέντα τὰ τέλη, οὐχὶ τὸ αὐτὸ μέροϲ λόγου καταϲτήϲεται, οὔτε φυλάξαντα τὸ αὐτὸ μέροϲ λόγου. τὸ οἰκον δέ καὶ τὰ παραπλήϲια τὸ αὐτὸ τέλοϲ ἐφύλαξε τῆϲ αἰτιατικῆϲ, ἀλλ’ οὐ τὸ αὐτὸ μέροϲ λόγου τὸ ἀπὸ χαλκόφι χαλκόϲ (Λ 351) οὐκ ἐφύλαξε, καὶ ἴϲον τῷ ἀπὸ χαλκοῦ. αὐτή τε ἡ διὰ τοῦ θεν παραγωγὴ ὁτὲ μὲν ἐπιρρηματικῶϲ τὸ ἐκ τόπου ϲημαίνει, Λεϲβόθεν, πάντοθεν, Ἰλιόθεν, ὁτὲ δὲ ταὐτὸ ϲημαίνει τῷ πρωτοτύπῳ. τί γὰρ ἂν εἴη τὸ ϲχεδόθεν δέ οἱ ἤλθεν Ἀθήνη (β 267 )ἢ οὐ δῆλον ὡϲ ϲχεδόν; οὐ γὰρ ϲύνεγγυϲ οὐρανὸϲ τῆϲ γῆϲ, ἵν’οὕτωϲ ἀκούηται «ἐκ τοῦ ϲύνεγγυϲ τόπου». Ἴδηθεν μεδέων (Γ 276) ἀντὶ το Ἴδηϲ· εὔηθεϲ γὰρ τὸν ἐξ Ἴδηϲ τῆϲ κατὰ Κρήτην παραδέχεϲθαι, τὸν ἐπιχώριον Ἰδαῖον Δία παραπεμψάμενον. Αἴαϲ δ’ ἐγγύθεν ἦλθεν (p 128)· ἄλλα μυρία. διὸ καὶ ἐπὶ τῆϲ προκειμένηϲ λέξεωϲ ἡ ἐξέταϲιϲ προαγέϲθω. Εἰ μὲν οὐν ἐν τῷ ἐμέθεν καὶ ϲέθεν ἔγκειται τὸ ἔξ, καθάπερ ἐπὶ τοῦ οὐρανόθεν, Διόθεν, ὁμόλογον ὅτι ὁμοίωϲ τούτοιϲ παραχθέντα ἐπιρρήματά ἐϲτιν· εἰ δὲ τὴν αὐτὴν ϲύνταξιν ἔχει τῇ γενικῇ, ϲαφὲϲ ὅτι καὶ ταὐτὸ μέροϲ λόγου· οὐ γὰρ φωναῖϲ μεμέριϲται τὰ τοῦ λόγου μέρη, ϲημαινομένοιϲ δέ. τῶν γενικῶν μετὰ καὶ ἄλλων προθέϲεων ἡ πρό ἡγεῖται. τῶν δὲ ἐκ τόπου ἐπιρρημάτων οὐδέποτε · οὐ γὰρ πρὸ οἰκόθεν φηϲί τιϲ, πρὸ οἴκου δέ, οὐδὲ πρὸ Λεϲβ όθεν, πρὸ Λέϲβου δέ. ὅθεν εὶ τὸ πρὸ ἕθεν (ε 96) τὴν αὐτὴν ϲύνταξιν ἔχει τῷ πρὸ αὐτοῦ, ἀντωνυμία γενήϲεται ἡ ἕθεν. ταὐτὸ καὶ ἐπὶ τοῦ ἐξ ἐμέθεν (1 456). ἴϲον γὰρ τῷ ἐξ ἐμοῦ. παρὸν δὲ καὶ τὰϲ γενικὰϲ μεταλαμβάνονταϲ εἰϲ τὰϲ προκειμέναϲ ἀνεπίληπτον τὴν φράϲιν καθιϲτάνειν. τὸ δ’ ἐξ οὐρανόθεν (θ 21) πλεονάζει τῷ ἔξ, ἐντελὲϲ μέντοι τὸ οὐρανόθεν προῖαλλεν (Θ 365).