Ancient Greek · ~5 min
Paragraph 132
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 132
Not analysed yet
Τὰϲ μὲν οὐν ἄλλαϲ τῶν πλαγίων ϲυμβέβηκεν ἐν μεταβάϲει ἑτέρου προϲώπου νοεῖϲθαι, ἐμὲ ἐπαίδευϲαϲ, Διονυϲίῳ ἐλάληϲαϲ· διὰ γὰρ τῶν ῥημάτων αἱ εὐθεῖαι Τἀϲ δὲ ϲυνθέτουϲ τῶν ἀντωνυμιῶν τὴν μετάβαϲιν ποιεῖϲθαι ἀπὸ τοῦ αὐτοῦ προϲώπου εἰϲ τὸ αὐτὸ πρόϲωπον, ἐμαυτὸν ἔπαιϲα, ἐμαυτῷ ἐλάληϲα. (διὸ καὶ ἀντανακλώμεναι καλοῦνται, ἀπὸ μεταφορᾶϲ τῶν εἰϲ αὐτὰ ἀντανακλωμένων ϲωμάτων) τὴν μέντοι γενικὴν καὶ ἐπὶ ἕτερον πρόϲωπον ϲυντείνειν. ἐν οἱϲ καὶ ἄρθρον τότε ἐπιδέχεται. τῶν ἄλλων ἀντωνυμιῶν ἄρθρον οὐ προϲλαμβανουϲῶν, τῷ ἐμαυτοῦ φίλῳ διελεξάμην, τοῦ ἐμαυτοῦ δούλου δεϲπόζω. καὶ ϲαφὲϲ τὸ αἴτιον. ἐπεὶ γὰρ ἅπαξ πᾶϲα γενικὴ ἐπὶ πρᾶγμά τι φέρεται, Πλάτωνοϲ ἤκουϲα, ἢ ἐπί τι κτῆμα, Πλάτωνοϲ δοῦλοϲ, ἐμοῦ δοῦλοϲ, τοῦτο κἀν τῇ προκειμένῃ παρακολουθεῖ. ίδοὺ μὲν γὰρ κατὰ πράγματοϲ ἐμαυτοῦ ῆκουϲα, κατὰ δὲ κτήματοϲ ἐμαυτοῦ δο ὐλ ῳ διελεξά μην, ἐμαυτοῦ ἀγρὸν ἔϲκα ψα. ἐν οἵϲ καὶ τὸ ἄρθρον προϲτίθεται, οὐκ αὐτῆϲ ὄν ἀδύνατον γάρ, ὡϲ προαπέδειξα· τοῦ δὲ κτήματοϲ. ὁμόλογον ἐκ τοῦ μεταϲχηματίζεϲθαι πρὸϲ τὸ ϲχῆμα τοῦ κτήματοϲ, τῷ ἐμαυτο ῦ δούλ ῳ, τοὺϲ ἐμαυτοῦ δούλουϲ, καὶ ἔτι ἐκ τοῦ μὴ προϲλαμβάνειν ἄρθρον ,ἐν οἷϲ οὐδὲ ἐπὶ κτῆμα φέρεται, ϲαυτοῦ ἀκούειϲ. διὸ καὶ αἱ ἐξῆϲ πτώϲειϲ, οὐδέποτε ἐπὶ κτῆμα φερόμεναι, ἀπροϲδεεῖϲ εἰϲιν ἄρθρου.