Ancient Greek · ~7 min
Paragraph 133
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 133
Not analysed yet
Διὸ οὐδὲ ϲυγκαταθετέον Tρύφωνι (p. 29 Velsen) φάϲκοντι, «ἐν οἰϲ ἄρθρον προϲλαμβάνει ἡ γενική, καὶ ἐν οἵϲ κτῆμα ϲημαίνει ,ἐν τούτοιϲ ὁμόλογοϲ ἡ ϲύνθεϲίϲ ἐϲτιν ὡϲ ἐκ τῆϲ ἐμοῦ κτητικῆϲ τὴν ϲύνθεϲινἐποιήϲατο· ἐν οἶϲ δὲ οὐκέτι, ἀπὸ τῆϲ ἐμοῦ, ἥ τιϲ πρωτότυπόϲ ἐϲτιν᾿ . —Εἰϲὶ δὲ καὶ ἄλλαι ἀποδείξειϲ τοῦ μὴ ἐγκεῖϲθαι τὴν ἀπὸ τοῦ ἐμόϲ γενικήν. ταῖϲ κτητικαῖϲ τὰ ὑπακουόμενα ὁμοιόϲχημα ,ταῖϲ δὲ γενικαῖϲ ἀδιαφορεῖ τὸ ὑπακουόμενον. τοῦ μὲν οὖν προτέρου ἐμὸϲ οἰκοϲ, Ἀριϲτάρχειοϲ δοῦλοϲ, ἐμοὶ δοῦλοι, ἐμο ὺϲ δούλουϲ· τοῦ δὲ δευτέρου Ἀριϲτάρχου δοῦλοι ἢ δοῦλαι ἢ οἱαιδήποτε πτώϲειϲ μεθ’ οἱουδήποτε γένουϲ, μετὰ ἀριθμοῦ ἀδιαφόρου. εἰ τοῦθ’ ὑγιέϲ, ἐν οἶϲ τῷ ἐμαυτοῦ ἀδιάφορα τὰ ἐπιφερόμενα, ἐν τούτοιϲ τῆϲ γενικῆϲ ἡ κτῆϲιϲ μηνύεται καὶ οὐ τῆϲ κτητικῆϲ ἀντωνυμίαϲ. ἔτι γε μὴν καὶ ἐκ τῶν παρατιθεμένων ἄρθρων ἐνὸν πιϲτώϲαϲθαι, ἐν οἵϲ πάλιν γενικῇ μὲν κτῆϲιν ϲημαινούϲῃ ἀδιάφορα τὰ ἄρθρα, κτητικῇ δὲ ἀντωνυμίᾳ ἢ ὀνόματι ὁμοιόϲχημα παρατίθεται, ὁ ἡμέτεροϲ, ὁ ἐμόϲ, ὁ Ἀριϲτάρχειοϲ, τοῦ Ἀριϲταρχείου, τοῦ ἡμετέρου· γενικῇ δὲ τοὺϲ Ἀριϲτάρχου, τοῖϲ Ἀριϲτά ρχου, τοῖϲ ἐκείν ου. ἐν οἱϲ οὖν πάλιν ἀδιάφορα τὰ ἄρθρα, το ὺς ἐμαυτοῦ καὶ τὰϲ ἐμαυτοῦ, ἐν τούτοιϲ τῆϲ γενικῆϲ ἡ κτῆϲιϲ. πρὸϲ τούτοιϲ, ὅτε μὲν γενικὴ κτητική τινοϲ κτῆϲιν δηλοῖ, δύο κτήματα νοεῖται, καὶ φαίνεται ὅτι τὸ μὲν τῆϲ κτητικῆϲ ἐϲτὶ λέξεωϲ, τὸ δὲ ἕτερον τῆϲ γενικῆϲ, ὡϲ εἰ ἔλεγε τοῦ ἐμοῦ ἀγροῦ καρπόϲ, τοῦ ἐμοῦ δούλου παῖδα ἔτυ ψα. εἴπερ οὐν ἡ ϲύνθεϲιϲ ἐν κτητικῇ, κἄν δύο κτήϲειϲ ἐνοοῦντο ἐν τῷ ἐμαυτοῦ δοῦλον ἔπαιϲα μία δέ ἐϲτι· μετάξαντεϲ γοῦν εἰϲ τὴν ἐγκεκλιμένην φαμὲν δοῦλόν μου ἔπαιϲα. εἰ δὲ οὕτωϲ ἐνοοῦμεν δοῦλον τοῦ ἐμοῦ φίλου ἔπαιϲα, κἂν ὅλωϲ ὁμόλογον ἦν τὸ ϲχῆμα ἐκ τῆϲ ἐμοῦ κτητικῆϲ ϲυγκείμενον.