Ancient Greek · ~3 min
Paragraph 139
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 139
Not analysed yet
Παρὸν δὲ ἐξετάϲαι καὶ διὰ λόγου τὸ ἀληθέϲ. —«Ἀπὸ ἑνικῶν ϲυνθέϲεων πληθυντικαὶ ἐκφοραὶ γίνονται κατὰ τὸ τέλοϲ, ἀνδροφόνοϲ ἀνδροφόνοι, ἑνδέκατοϲ ἑνδέκατοι. ὅθεν καὶ ἀπὸ τοῦ ἑαυτόν τὸ ἑαυτούϲ πεϲεῖται. —Οὐδὲν γὰρ κωλῦον τὰ προκείμενα εἰϲ πλῆθοϲ μετάγειν· ἐν δυϲὶ γὰρ προϲώποιϲ ἕκαϲτον αὐτῶν ἀκούεται. ὁ γὰρ ἄνδρα φονεύϲαϲ ἢ ὁ μετὰ δέκα εἰϲ ἢ οἱ μετὰ δέκα πλείονεϲ ἀνεμποδίϲτωϲ εἴχον τὸ ἕτερον τῶν προϲώπων πληθυντικόν· τὸ μέντοι τῆϲ ἀντωνυμίαϲ ϲχῆμα ἠδυνάτει, ἅτε δὴ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου λαμβανόμενον, κατὰ μὲν τὸ τέλοϲ τῆϲ ϲυνθέϲεωϲ εἰϲ πλῆθοϲ μετάγεϲθαι, κατὰ δὲ τὸ ἄρχον εἰϲ ἕν, ἐπεὶ ἕνεκα τούτου ἑνικὸν καὶ πληθυντικὸν 93 A. ἐνοεῖτο διὰ μιᾶϲ φωνῆϲ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου, ὅπερ ἄλογον. εὐλόγωϲ ἄρα τὰ ϲχήματα ἐϲιγήθη.