Ancient Greek · ~4 min
Paragraph 140
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 140
Not analysed yet
Τὸ ἄρχον μέροϲ αἱ ϲύνθετοι κινοῦϲαι πρόϲωπα παριϲτᾶϲιν, ὁμοίωϲ ταῖϲ ἁπλαῖϲ, τὸ δὲ τέλοϲ, ὅτε γένοϲ· ἐμαυτόν γὰρ καὶ ἐμαυτήν. ὅθεν ἐπιϲτατέον τῷ οὐδετέρῳ ϲχήματι κατ’ αἰτιατικὴν ϲιγηθέντι, ἐπεὶ ἴϲωϲ καὶ ἡ κατάληξιϲ ϲυνήγετο εἰϲ ο κατ’ ὀξὺν τόνον, (καθὸ αἱ οὐδέτεραι τῶν ἀντωνυμιῶν, χωρὶϲ τῶν κτητικῶν, είϲ ο ἔληγον μετὰ τάϲεωϲ τῆϲ τοῦ ἀρϲενικοῦ,) ὅπερ ἐν μέρει λόγου οὐκ ἐνὸν εὐρέϲθαι (τῆϲ ἀπό καὶ ὑπό ὑφαιρουμένων, καθότι ἀδύνατον πρόθεϲιν βαρύνεϲθαι, χωρὶϲ εὶ μὴ ἀναϲτρέφοιτο· οὐδὲ γὰρ Αἰολεῖϲ τὸν ἐπὶ ταύταιϲ τόνον ἀναβιβάζουϲιν)· ὑπολείπεται οὐν ϲημειούμενον τὸ αὐτό (καὶ, εἰ ἕν ἐϲτι, τὸ εἰϲὅ). ἀλλ’ εἰ καὶ τοῦτο ἁπλοῦν ἔϲτιν ,οὐ πάντωϲ καὶ τὸ ἐξ αὐτοῦ ϲύνθετον, λέγω δὲ τὸ ἐμαυτό· ὑπὸ γὰρ ἀκριβεϲτέρου λόγου ἐμποδίζεται. εἰ τι γὰρ οὐδέτερόν ἐϲτιν αἰτιατικῆϲ πτώϲεωϲ, τοῦτο καὶ εὐθείαϲ ἐϲτίν ἀλλ’ ἀδύνατον τὸ τῆϲ εὐθείαϲ ϲυνίϲταϲθαι· εὐλόγωϲ ἄρα καὶ τὸ τῆϲ αἰτιατικῆϲ ϲχῆμα ἐϲιγήθη. ἀλλ’ εἰ ἅπαξ Εὐριπίδηϲ ἐχρήϲατο ἐπὶ δευτέρου προϲώπου ἐν τῷ ἔγειρέ μοι ϲεαυτὸ καὶ γίγνου θραϲύ (fr. 694 Nauck Dindorf), τοῦτο οὐ κανῶν γενήϲεται τοῦ εὐλόγωϲ ϲιγηθέντοϲ ϲχήματοϲ.