Ancient Greek · ~1 min
Paragraph 15
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 15
Not analysed yet
Οὐκ ἐπεὶ δὲ ἐγκλίϲεωϲ ἀμοιρεῖ ἥδε ἡ ϲύνταξιϲ τῶν ἀντωνυμιῶν, πάντωϲ ἐπιλήψεωϲ τεύξεται. οὐδὲ γὰρ πᾶϲα ἀντωνυμία τὸν διϲϲὸν τόνον ἀνεδέξατο. ἄλλωϲ τε ὅϲαι γένουϲ ἐμφαντικοί εἰϲιν . αὗται μόνωϲ ὀρθότονοι (περὶ γὰρ τῆϲ αὐτόϲ ἐν τῷ ἰδίῳ τόπῳ εἰρήϲεται). ὀρθῶϲ ἄρα καὶ αἱ προκείμεναι ἀνέγκλιτοι καθεϲτᾶϲι.