Ancient Greek
Paragraph 142
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 142
Not analysed yet
Εἰ τὰ ϲυντεθέντα καθ᾿ οἱανδήποτε πτῶϲιν μένει κατὰ πᾶϲαν πλάγιον, ϲύνθετον δὲ τὸ ἐμωυτοῦ παῤ Ἴωϲι καὶ παῤ ἡμῖν, καθὸ καὶ ὁ τόνοϲ ὁμολογεῖ (μία γὰρ ἡ περιϲπωμένη)· τί δήποτε τὸ ἐν τῇ αἰτιατικῇ ϲχῆμα ἐϲημειοῦτο, ὡϲ οὐ δυνάμενον τὴν διὰ τοῦ ω γραφὴν ἀναδέξαϲθαι, «εἴ γέ, φαϲι, «τὸ ε καὶ τὸ α οὐκ εἰϲ ω κιρνᾶται» —ἄλλωϲ τε εἰ καὶ κατὰ πτῶϲιν ϲυνετίθεντο, οὐδὲν ἦν τὸ κωλῦον ἐν τῇ ἐμαυτόν αἰτιατικῇ τὸ α εἰϲ ω μετατίθεϲθαι Ἰωνικῷ ἔθει. καθάπερ καὶ τὸ αὐθαδήϲ αὐτώδηϲ.