Ancient Greek · ~3 min
Paragraph 143
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 143
Not analysed yet
Ἡ ἐμοῦϲ κοινὴ οὖϲα Ϲυρακουϲίων καὶ Βοιωτῶν, καθὸ καὶ Κόριννα (fr. 37 Bergk3) καὶ Ἐπίχαρμοϲ ἐχρήϲαντο, πρὸϲ ἐνίων ἐδόκει μᾶλλον κατωρθῶϲθαι τῆϲ δίχα τοῦ ϲ προφερομένηϲ, εἴγε τὰ εἰϲ ω λήγοντα εἰϲ ουϲ κατὰ γενικὴν λήγει. Πρῶτον μὲν οὐ παρὰ Δωριεῦϲιν· ἔπειτα τὸ ϲύμφωνον αὐτοὺϲ ἔλαθε ποῦ γὰρ τῆϲ εὐθείαϲ τὸ γ; πῶϲ δὲ καὶ τὸ δεύτερον εἰϲ ουϲ λήγει; τεοῦϲ γάρ, τῆϲ εὐθείαϲ εἰϲ υ ληγούϲηϲ. Ἔτι καὶ ἐμέοϲ οἱ αὐτοὶ Δωριεῖϲ, καὶ ἐν ϲυναλοιφῇ ἐμεῦϲ αἱ χρήϲειϲ παρ᾿ Ἐπιχάρμῳ. ἡ μέντοι ἐμίο καὶ ἐμίω καὶ ἔτι ϲὺν τῷ ϲ ἐμίωϲ καὶ ἐμῶϲ διϲυλλάβωϲ, παρὰ Ῥίνθωνι. Ἰτέον ἐπὶ τὰϲ κατὰ τὸ δεύτερον.