Ancient Greek · ~4 min
Paragraph 16
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 16
Not analysed yet
Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ αἱ μὲν ἀντωνυμίαι ἀντ’ ὀνομάτων, τὰ δὲ ἄρθρα μετ’ ὀνομάτων. πῶϲ οὖν ἓν μέροϲ λόγου τὸ μετά τινοϲ καὶ ἀντί τινοϲ, Αἱ ἀντωνυμίαι μετὰ ῥήματοϲ αὐτοτέλειαν ποιοῦϲιν, αὐτὸϲ γράφει, ϲὺ γράφειϲ· τὰ δὲ ἄρθρα οὖ Τὰ ἄρθρα ὑποτακτικά ἐϲτι τῆϲ εὐθείαϲ, αἱ δὲ ἀντωνυμίαι εὐθείαϲ οὐϲαι οὔποτε ὑποτακτικαί. Τῶν ἀντωνυμιῶν μεταλήψειϲ γίνονται εἰϲ ὀνόματα ῆ εἰϲ τὰϲ ἰϲοδυναμούϲαϲ, λέγω δὲ τὴν ἕ καὶ ἵ καὶ τὴν οῖ ,ὅτε εἰϲ τὴν αὐτόϲ ἢ αὐτῷ ἢ αὐτόν μεταλαμβάνονται· τὰ δὲ ἄρθρα ἀμετάληπτα εἰϲ ταῦτα τὸ γὰρ ὁ δὲ προϲέειπεν (ξ 36) ἐδείχθη ὡϲ ὁμοφωνεῖ μόνον τῷ ἄρθρῳ, οὐκ ἔϲτι δὲ αὐτὸ ἄρθρον. —Ἔτι ἡ αὐτόϲ μετὰ ἄλληϲ ἀντωνυμίαϲ παρατεθεῖϲα μόνον ἐπιτείνει τὰ τῆϲ ἀντιδιαϲτολῆϲ, ἐμοῦ αὐτοῦ, ϲοῦ αὐτοῦ, ϲοὶ αὐτῷ· τοῖϲ δὲ ἄρθροιϲ παρακειμένη ἐπίταϲιν μὲν οὐ ϲημαίνει, δὶϲ δὲ ἀναφοράν, ὁ α ὐτόϲ, τοῦ αὐτοῦ. πῶϲ οὑν ἕν μέροϲ λόγου;