Ancient Greek
Paragraph 17
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 17
Not analysed yet
Φήϲει τιϲ· καὶ ἡ ἐγώ πολλὴν ἔχει διαφορὰν πρὸϲ τὴν ἐμόϲ, καὶ ἓν μέροϲ λόγου. Ἀλλ’ ἐμπίπτει εἰϲ τὸ γενικόν, τὸ ἀντ’ὀνόματοϲ παραλαμβάνεϲθαι, τό τε τὰ πρόϲωπα πάντοτε ὁρίζειν τοῦ κτηϲαμένου, τὸ οὐϲίαϲ παραϲτατικὸν εἶναι. τὰ δὲ ἄρθρα οὔτε ἀντ’ ὀνόματοϲ . οὕτε ὁρίζει πάντοτε τὰ πρόϲωπα, οὔτε οὐϲίαν παρίϲτηϲιν· ὥϲτε οὐκέτι ἐν ἰδικῇ διαφορᾶ, ἀλλὰ γενικῇ.